Septante (AT)
Ecclésiaste 10:4-7
4ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.
5ἔστιν πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον, ὃ ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος·
6ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται·
7εἶδον δούλους ἐφ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς.
Commentaires sur Ecclésiaste 10
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires