Septante (AT)
Ecclésiaste 10:12-20
12λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν·
13ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσόνη, καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρά·
14καὶ ὁ ἄφρων πληθύνει λόγους. οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτοῦ, τίς ἀναγγελεῖ αὐτῷ ;
15μόχθος τῶν ἀφρόνων κοπώσει αὐτούς, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν.
16οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωίᾳ ἐσθίουσιν·
17μακαρία σύ, γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται.
18ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία.
19εἰς γέλωτα ποιοῦσιν ἄρτον, καὶ οἶνος εὐφραίνει ζῶντας, καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα.
20καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σὺν τὴν φωνήν, καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον.
Commentaires sur Ecclésiaste 10
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires