Septante (AT)
Deutéronome 9:1-4
1Ἄκουε, Ισραηλ· σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ,
2λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ενακ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας Τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ ;
3καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολεθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖς αὐτούς, καθάπερ εἶπέν σοι κύριος.
4μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου λέγων Διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην· ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου.
Commentaires sur Deutéronome 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires