Deutéronome 9
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Deutéronome 9:1-3

1Ἄκουε, Ισραηλ· σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ,

2λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ενακ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας Τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ ;

3καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολεθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖς αὐτούς, καθάπερ εἶπέν σοι κύριος.

Lire Deutéronome 9 en entier

Commentaires sur Deutéronome 9

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org