Deutéronome 34
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Deutéronome 34:1-8

1Καὶ ἀνέβη Μωυσῆς ἀπὸ Αραβωθ Μωαβ ἐπὶ τὸ ὄρος Ναβαυ ἐπὶ κορυφὴν Φασγα, ἥ ἐστιν ἐπὶ προσώπου Ιεριχω, καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν Γαλααδ ἕως Δαν

2καὶ πᾶσαν τὴν γῆν Νεφθαλι καὶ πᾶσαν τὴν γῆν Εφραιμ καὶ Μανασση καὶ πᾶσαν τὴν γῆν Ιουδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης

3καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ιεριχω, πόλιν φοινίκων, ἕως Σηγωρ.

4καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Αὕτη ἡ γῆ, ἣν ὤμοσα Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.

5καὶ ἐτελεύτησεν Μωυσῆς οἰκέτης κυρίου ἐν γῇ Μωαβ διὰ ῥήματος κυρίου.

6καὶ ἔθαψαν αὐτὸν ἐν Γαι ἐν γῇ Μωαβ ἐγγὺς οἴκου Φογωρ· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.

7Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ.

8καὶ ἔκλαυσαν οἱ υἱοὶ Ισραηλ τὸν Μωυσῆν ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.

Lire Deutéronome 34 en entier

Commentaires sur Deutéronome 34

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org