Septante (AT)
Deutéronome 32:15-35
15καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ.
16παρώξυνάν με ἐπ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με·
17ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, θεοῖς, οἷς οὐκ ᾔδεισαν· καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.
18θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε.
19καὶ εἶδεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων
20καὶ εἶπεν Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ ἐσχάτων· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστιν πίστις ἐν αὐτοῖς.
21αὐτοὶ παρεζήλωσάν με ἐπ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ οὐκ ἔθνει, ἐπ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
22ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κάτω, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων.
23συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς.
24τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆς.
25ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβύτου.
26εἶπα Διασπερῶ αὐτούς, παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν,
27εἰ μὴ δι ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν, καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι, μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ κύριος ἐποίησεν ταῦτα πάντα.
28ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
29οὐκ ἐφρόνησαν συνιέναι ταῦτα· καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.
30πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας, εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτοὺς καὶ κύριος παρέδωκεν αὐτούς ;
31ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.
32ἐκ γὰρ ἀμπέλου Σοδομων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομορρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς·
33θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος.
34οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου ;
35ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν· ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτῶν, καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
Commentaires sur Deutéronome 32
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires