Deutéronome 2
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Deutéronome 2:9-23

9καὶ εἶπεν κύριος πρός με Μὴ ἐχθραίνετε τοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λωτ δέδωκα τὴν Σηιρ κληρονομεῖν.

10[οἱ Ομμιν πρότεροι ἐνεκάθηντο ἐπ αὐτῆς, ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ενακιμ·

11Ραφαιν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ενακιμ, καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Ομμιν.

12καὶ ἐν Σηιρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον, καὶ υἱοὶ Ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν, ὃν τρόπον ἐποίησεν Ισραηλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκεν κύριος αὐτοῖς.]

13νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρετ. καὶ παρήλθομεν τὴν φάραγγα Ζαρετ.

14καὶ αἱ ἡμέραι, ἃς παρεπορεύθημεν ἀπὸ Καδης Βαρνη ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρετ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσεν αὐτοῖς ὁ θεός·

15καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν.

16καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνῄσκοντες ἐκ μέσου τοῦ λαοῦ,

17καὶ ἐλάλησεν κύριος πρός με λέγων

18Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωαβ τὴν Σηιρ

19καὶ προσάξετε ἐγγὺς υἱῶν Αμμαν· μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Αμμαν σοὶ ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λωτ δέδωκα αὐτὴν ἐν κλήρῳ.

20[γῆ Ραφαιν λογισθήσεται· καὶ γὰρ ἐπ αὐτῆς κατῴκουν οἱ Ραφαιν τὸ πρότερον, καὶ οἱ Αμμανῖται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν,

21ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ενακιμ, καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·

22ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ησαυ τοῖς κατοικοῦσιν ἐν Σηιρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·

23καὶ οἱ Ευαῖοι οἱ κατοικοῦντες ἐν ασηρωθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ αὐτῶν.]

Lire Deutéronome 2 en entier

Commentaires sur Deutéronome 2

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org