Septante (AT)
Amos 8:11-14
11ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου·
12καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν.
13ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει
14οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες Ζῇ ὁ θεός σου, Δαν, καὶ ζῇ ὁ θεός σου, Βηρσαβεε· καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.
Commentaires sur Amos 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires