2 Samuel 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 11:14-21

14καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου.

15καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων Εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.

16καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.

17καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωαβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυιδ, καὶ ἀπέθανεν καί γε Ουριας ὁ Χετταῖος.

18καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου

19καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα

20καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι ; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους ;

21τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι ; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος ; καὶ ἐρεῖς Καί γε Ουριας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν.

Lire 2 Samuel 11 en entier

Commentaires sur 2 Samuel 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org