2 Rois 5
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Rois 5:21-27

21καὶ ἐδίωξε Γιεζι ὀπίσω τοῦ Ναιμαν, καὶ εἶδεν αὐτὸν Ναιμαν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ.

22καὶ εἶπεν Εἰρήνη· ὁ κύριός μου ἀπέστειλέν με λέγων Ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους Εφραιμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς.

23καὶ εἶπεν Ναιμαν Λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ, καὶ ἦραν ἔμπροσθεν αὐτοῦ.

24καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας.

25καὶ αὐτὸς εἰσῆλθεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Πόθεν, Γιεζι ; καὶ εἶπεν Γιεζι Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα.

26καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ, ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι ; καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ λήμψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας·

27καὶ ἡ λέπρα Ναιμαν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.

Lire 2 Rois 5 en entier

Commentaires sur 2 Rois 5

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org