2 Rois 19
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Rois 19:20-24

20Καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων Τάδε λέγει κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ Ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων, ἤκουσα.

21οὗτος ὁ λόγος, ὃν ἐλάλησεν κύριος ἐπ αὐτόν Ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων, ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησεν θυγάτηρ Ιερουσαλημ.

22τίνα ὠνείδισας καὶ ἐβλασφήμησας ; καὶ ἐπὶ τίνα ὕψωσας φωνήν ; καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ.

23ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας Ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μελον τέλους αὐτοῦ, δρυμοῦ Καρμήλου αὐτοῦ.

24ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς.

Lire 2 Rois 19 en entier

Commentaires sur 2 Rois 19

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org