Septante (AT)
2 Rois 10:18-23
18Καὶ συνήθροισεν Ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς Αχααβ ἐδούλευσεν τῷ Βααλ ὀλίγα, καί γε Ιου δουλεύσει αὐτῷ πολλά·
19καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βααλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βααλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ Ιου ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βααλ.
20καὶ εἶπεν Ιου Ἁγιάσατε ἱερείαν τῷ Βααλ· καὶ ἐκήρυξαν.
21καὶ ἀπέστειλεν Ιου ἐν παντὶ Ισραηλ λέγων Καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνήρ, ὃς οὐ παρεγένετο. καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βααλ, καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βααλ στόμα εἰς στόμα.
22καὶ εἶπεν Ιου τῷ ἐπὶ τοῦ οἴκου μεσθααλ Ἐξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ Βααλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής.
23καὶ εἰσῆλθεν Ιου καὶ Ιωναδαβ υἱὸς Ρηχαβ εἰς οἶκον τοῦ Βααλ καὶ εἶπεν τοῖς δούλοις τοῦ Βααλ Ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ ὑμῶν τῶν δούλων κυρίου, ὅτι ἀλλ ἢ οἱ δοῦλοι τοῦ Βααλ μονώτατοι.
Commentaires sur 2 Rois 10
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires