Septante (AT)
2 Chroniques 29:4-10
4καὶ εἰσήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολὰς
5καὶ εἶπεν αὐτοῖς Ἀκούσατε, οἱ Λευῖται, νῦν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἶκον κυρίου θεοῦ τῶν πατέρων ὑμῶν καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων·
6ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς κυρίου καὶ ἔδωκαν αὐχένα
7καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ θεῷ Ισραηλ.
8καὶ ὠργίσθη ὀργῇ κύριος ἐπὶ τὸν Ιουδαν καὶ ἐπὶ τὴν Ιερουσαλημ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.
9καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν.
10ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην κυρίου θεοῦ Ισραηλ, καὶ ἀποστρέψει τὴν ὀργὴν θυμοῦ αὐτοῦ ἀφ ἡμῶν.
Commentaires sur 2 Chroniques 29
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires