Septante (AT)
2 Chroniques 18:28-34
28Καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα εἰς Ραμωθ Γαλααδ.
29καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.
30καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετ αὐτοῦ λέγων Μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ ἢ τὸν βασιλέα Ισραηλ μόνον.
31καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ, καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ισραηλ ἐστίν, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ιωσαφατ, καὶ κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ αὐτοῦ.
32καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ισραηλ, καὶ ἀπέστρεψαν ἀπ αὐτοῦ.
33καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπεν τῷ ἡνιόχῳ Ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.
34καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου.
Commentaires sur 2 Chroniques 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires