Septante (AT)
2 Chroniques 17:7-11
7καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν, διδάσκειν ἐν πόλεσιν Ιουδα,
8καὶ μετ αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῖται, καὶ μετ αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῖς,
9καὶ ἐδίδασκον ἐν Ιουδα, καὶ μετ αὐτῶν βύβλος νόμου κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν.
10καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ιουδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ·
11καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους.
Commentaires sur 2 Chroniques 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires