Septante (AT)
2 Chroniques 17:12-19
12καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς.
13καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ.
14καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν· τῷ Ιουδα χιλίαρχοι, Εδνας ὁ ἄρχων καὶ μετ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες·
15καὶ μετ αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες·
16καὶ μετ αὐτὸν Αμασιας ὁ τοῦ Ζαχρι ὁ προθυμούμενος τῷ κυρίῳ καὶ μετ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως.
17καὶ ἐκ τοῦ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες·
18καὶ μετ αὐτὸν Ιωζαβαδ καὶ μετ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου.
19οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ιουδαίᾳ.
Commentaires sur 2 Chroniques 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires