Septante (AT)
1 Samuel 7:1-6
1καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου.
2Καὶ ἐγενήθη ἀφ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαριμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη, καὶ ἐπέβλεψεν πᾶς οἶκος Ισραηλ ὀπίσω κυρίου.
3καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων Εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς κύριον, περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων.
4καὶ περιεῖλον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν κυρίῳ μόνῳ.
5καὶ εἶπεν Σαμουηλ Ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον.
6καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν Ἡμαρτήκαμεν ἐνώπιον κυρίου· καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ.
Commentaires sur 1 Samuel 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires