Septante (AT)
1 Samuel 28:7-20
7καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ Ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ.
8καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ Μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.
9καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν Ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ, ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν ;
10καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.
11καὶ εἶπεν ἡ γυνή Τίνα ἀναγάγω σοι ; καὶ εἶπεν Τὸν Σαμουηλ ἀνάγαγέ μοι.
12καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαουλ Ἵνα τί παρελογίσω με ; καὶ σὺ εἶ Σαουλ.
13καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Μὴ φοβοῦ, εἰπὸν τίνα ἑόρακας. καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.
14καὶ εἶπεν αὐτῇ Τί ἔγνως ; καὶ εἶπεν αὐτῷ Ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοίδα ἀναβεβλημένος. καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
15καὶ εἶπεν Σαμουηλ Ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με ; καὶ εἶπεν Σαουλ Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.
16καὶ εἶπεν Σαμουηλ Ἵνα τί ἐπερωτᾷς με ; καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου·
17καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ.
18διότι οὐκ ἤκουσας φωνῆς κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ.
19καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χεῖρας ἀλλοφύλων.
20καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουηλ· καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.
Commentaires sur 1 Samuel 28
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires