Septante (AT)
1 Samuel 2:30-34
30διὰ τοῦτο τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ Εἶπα Ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησιν κύριος Μηδαμῶς ἐμοί, ὅτι ἀλλ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται.
31ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου,
32καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας·
33καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλιπεῖν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν.
34καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οφνι καὶ Φινεες· ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται ἀμφότεροι.
Commentaires sur 1 Samuel 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires