1 Samuel 19
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 19:1-7

1Καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυιδ. καὶ Ιωναθαν υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σφόδρα,

2καὶ ἀπήγγειλεν Ιωναθαν τῷ Δαυιδ λέγων Σαουλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβῇ,

3καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι.

4καὶ ἐλάλησεν Ιωναθαν περὶ Δαυιδ ἀγαθὰ πρὸς Σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν Μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυιδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα,

5καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν· καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυιδ δωρεάν ;

6καὶ ἤκουσεν Σαουλ τῆς φωνῆς Ιωναθαν, καὶ ὤμοσεν Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀποθανεῖται.

7καὶ ἐκάλεσεν Ιωναθαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα, καὶ εἰσήγαγεν Ιωναθαν τὸν Δαυιδ πρὸς Σαουλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.

Lire 1 Samuel 19 en entier

Commentaires sur 1 Samuel 19

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org