Septante (AT)
1 Samuel 14:47-52
47Καὶ Σαουλ κατακληροῦται ἔργον ἐπὶ Ισραηλ. καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιθεωρ καὶ εἰς βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσῴζετο.
48καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Αμαληκ καὶ ἐξείλατο τὸν Ισραηλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν.
49καὶ ἦσαν υἱοὶ Σαουλ Ιωναθαν καὶ Ιεσσιου καὶ Μελχισα· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μεροβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχολ·
50καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αχινοομ θυγάτηρ Αχιμαας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ Αβεννηρ υἱὸς Νηρ υἱοῦ οἰκείου Σαουλ·
51καὶ Κις πατὴρ Σαουλ καὶ Νηρ πατὴρ Αβεννηρ υἱὸς Ιαμιν υἱοῦ Αβιηλ.
52καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαουλ, καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.
Commentaires sur 1 Samuel 14
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires