1 Samuel 14
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 14:1-14

1Καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ιωναθαν υἱὸς Σαουλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Δεῦρο καὶ διαβῶμεν εἰς μεσσαβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν.

2καὶ Σαουλ ἐκάθητο ἐπ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων, καὶ ἦσαν μετ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες·

3καὶ Αχια υἱὸς Αχιτωβ ἀδελφοῦ Ιωχαβηδ υἱοῦ Φινεες υἱοῦ Ηλι ἱερεὺς τοῦ θεοῦ ἐν Σηλωμ αἴρων εφουδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ιωναθαν.

4καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει Ιωναθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν, ὄνομα τῷ ἑνὶ Βαζες καὶ ὄνομα τῷ ἄλλῳ Σεννα·

5ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμας καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβεε.

6καὶ εἶπεν Ιωναθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ Δεῦρο διαβῶμεν εἰς μεσσαβ τῶν ἀπεριτμήτων τούτων, εἴ τι ποιήσαι ἡμῖν κύριος· ὅτι οὐκ ἔστιν τῷ κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.

7καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ Ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνῃ· ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σοῦ καρδία μοῦ.

8καὶ εἶπεν Ιωναθαν Ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·

9ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ αὐτούς·

10καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.

11καὶ εἰσῆλθον ἀμφότεροι εἰς μεσσαβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι Ἰδοὺ οἱ Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.

12καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν Ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα. καὶ εἶπεν Ιωναθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ Ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Ισραηλ.

13καὶ ἀνέβη Ιωναθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωναθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.

14καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν τοῦ πεδίου.

Lire 1 Samuel 14 en entier

Commentaires sur 1 Samuel 14

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org