Septante (AT)
1 Samuel 1:4-7
4καὶ ἐγενήθη ἡμέρᾳ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τῇ Φεννανα γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς καὶ ταῖς θυγατράσιν αὐτῆς μερίδας·
5καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον· πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην, καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς·
6ὅτι οὐκ ἔδωκεν αὐτῇ κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον.
7οὕτως ἐποίει ἐνιαυτὸν κατ ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου· καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν.
Commentaires sur 1 Samuel 1
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires