Septante (AT)
1 Rois 18:13-16
13ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι ;
14καὶ νῦν σὺ λέγεις μοι Πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου· καὶ ἀποκτενεῖ με.
15καὶ εἶπεν Ηλιου Ζῇ κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ.
16καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου.
Commentaires sur 1 Rois 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires