Septante (AT)
1 Rois 16:23-33
23ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη. ἐν Θερσα βασιλεύει ἓξ ἔτη·
24καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμεσεν, ἐπὶ τῷ ὀνόματι Σεμηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρων.
25καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ·
26καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι τὸν κύριον θεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν.
27καὶ τὰ λοιπὰ τῶν λόγων Αμβρι καὶ πάντα, ἃ ἐποίησεν, καὶ ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ ;
28καὶ ἐκοιμήθη Αμβρι μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Αχααβ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. (a) Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ Αμβρι βασιλεύει Ιωσαφατ υἱὸς Ασα ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβα θυγάτηρ Σελει. (b) καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων. (c) καὶ ἃ συνέθετο Ιωσαφατ, καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα ; (d) καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ασα τοῦ πατρὸς αὐτοῦ, ἐξῆρεν ἀπὸ τῆς γῆς. (e) καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ νασιβ. (f) καὶ ὁ βασιλεὺς Ιωσαφατ ἐποίησεν ναῦν εἰς Θαρσις πορεύεσθαι εἰς Σωφιρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιωνγαβερ. (g) τότε εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί· καὶ οὐκ ἐβούλετο Ιωσαφατ. (h) καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.
29Ἐν ἔτει δευτέρῳ τῷ Ιωσαφατ βασιλεύει Αχααβ υἱὸς Αμβρι· ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη.
30καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου, ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ·
31καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ιεροβοαμ υἱοῦ Ναβατ, καὶ ἔλαβεν γυναῖκα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βααλ καὶ προσεκύνησεν αὐτῷ.
32καὶ ἔστησεν θυσιαστήριον τῷ Βααλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ,
33καὶ ἐποίησεν Αχααβ ἄλσος, καὶ προσέθηκεν Αχααβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολεθρευθῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.
Commentaires sur 1 Rois 16
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires