Scrivener’s Textus Receptus 1894 (NT)
Apocalypse 7:2-8
2καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδʹ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.
5Ἐκ φυλῆς Ἰούδα, ιβʹ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Ῥουβήν, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Γάδ, ιβʹ χιλιάδες εσφραγισμένοι·
6Ἐκ φυλῆς Ἀσὴρ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Νεφθαλείμ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Μανασσῆ, ιβʹ χιλιάδες εσφραγισμένοι·
7Ἐκ φυλῆς Συμεών, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Λευΐ, ιβʹ χιλιάδες, εσφραγισμένοι· Ἐκ φυλῆς Ἰσαχάρ, ιβʹ χιλιάδες εσφραγισμένοι·
8Ἐκ φυλῆς Ζαβουλών, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Ἰωσήφ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Βενιαμίν, ιβʹ χιλιάδες ἐσφραγισμένοι.
Commentaires