Scrivener’s Textus Receptus 1894 (NT)
Apocalypse 17:9-12
9ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ὄρη εἰσίν ἑπτὰ ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν.
10καὶ βασιλεῖς ἑπτά εἰσιν οἱ πέντε ἔπεσαν καὶ ὁ εἷς ἔστιν ὁ ἄλλος οὔπω ἦλθε καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι
11καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ’ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.
Commentaires