Scrivener’s Textus Receptus 1894 (NT)
Marc 14:13-15
13καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ, ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστι τὸ κατάλυμά, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
Commentaires