Scrivener’s Textus Receptus 1894 (NT)
Hébreux 10:19-22
19Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
20ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον, καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστι τῆς σαρκὸς αὐτοῦ,
21καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ,
22προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ·
Commentaires