2 Corinthiens 2
TR1894
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Scrivener’s Textus Receptus 1894 (NT)

2 Corinthiens 2:14-17

14τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ.

15ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις·

16οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός;

17οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ Θεοῦ κατενώπιον τοῦ Θεοῦ· ἐν Χριστῷ λαλοῦμεν

Lire 2 Corinthiens 2 en entier

Commentaires sur 2 Corinthiens 2