SBL NT. Grec (NT)
Romains 6:7-11
7ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
8εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ·
9εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει·
10ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ.
11οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς ⸂εἶναι νεκροὺς μὲν⸃ τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ ⸀Ἰησοῦ.
Commentaires sur Romains 6
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires