SBL NT. Grec (NT)
Apocalypse 3:1-3
1Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
2γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ⸂ἔμελλον ἀποθανεῖν⸃, οὐ γὰρ εὕρηκά σου ⸀τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·
3μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ⸀ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ ⸀γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ·
Commentaires sur Apocalypse 3
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires