Matthieu 25
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

Matthieu 25:1-10

1Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ⸀ἑαυτῶν ἐξῆλθον εἰς ⸀ὑπάντησιν τοῦ νυμφίου.

2πέντε δὲ ⸂ἐξ αὐτῶν ἦσαν⸃ ⸂μωραὶ καὶ πέντε φρόνιμοι⸃.

3⸂αἱ γὰρ⸃ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον·

4αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ⸀ἀγγείοις μετὰ τῶν λαμπάδων ⸀ἑαυτῶν.

5χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.

6μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ ⸀νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν ⸀αὐτοῦ.

7τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ⸀ἑαυτῶν.

8αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.

9ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε ⸂οὐ μὴ⸃ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ⸀πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.

10ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.

Lire Matthieu 25 en entier

Commentaires sur Matthieu 25

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature