Luc 4
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

Luc 4:1-13

1Ἰησοῦς δὲ ⸂πλήρης πνεύματος ἁγίου⸃ ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ⸂ἐν τῇ ἐρήμῳ⸃

2ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν ⸀αὐτῶν ἐπείνασεν.

3⸂εἶπεν δὲ⸃ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.

4καὶ ἀπεκρίθη ⸂πρὸς αὐτὸν ὁ Ἰησοῦς⸃· Γέγραπται ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ⸀ἄνθρωπος.

5Καὶ ἀναγαγὼν ⸀αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·

6καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ⸀ἂν θέλω δίδωμι αὐτήν·

7σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.

8καὶ ἀποκριθεὶς ⸂ὁ Ἰησοῦς εἶπεν αὐτῷ⸃· Γέγραπται· ⸂Κύριον τὸν θεόν σου προσκυνήσεις⸃ καὶ αὐτῷ μόνῳ λατρεύσεις.

9⸂Ἤγαγεν δὲ⸃ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ⸀ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·

10γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,

11καὶ ⸀ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

12καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.

13καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.

Lire Luc 4 en entier

Commentaires sur Luc 4

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature