Luc 18
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

Luc 18:18-30

18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;

19εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.

20τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν ⸀μητέρα.

21ὁ δὲ εἶπεν· Ταῦτα πάντα ⸀ἐφύλαξα ἐκ νεότητος ⸀μου.

22ἀκούσας ⸀δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.

23ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ⸀ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.

24Ἰδὼν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται⸃·

25εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ ⸂τρήματος βελόνης⸃ εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

26Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι;

27ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ⸂παρὰ τῷ θεῷ ἐστιν⸃.

28Εἶπεν δὲ ⸀ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς ⸂ἀφέντες τὰ ἴδια⸃ ἠκολουθήσαμέν σοι.

29ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ⸂γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς⸃ ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ,

30ὃς ⸀οὐχὶ μὴ ⸀ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

Lire Luc 18 en entier

Commentaires sur Luc 18

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature