SBL NT. Grec (NT)
Jean 21:22-25
22λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ⸂μοι ἀκολούθει⸃.
23ἐξῆλθεν οὖν ⸂οὗτος ὁ λόγος⸃ εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. ⸂οὐκ εἶπεν δὲ⸃ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
24Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ⸀ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ⸂αὐτοῦ ἡ μαρτυρία ἐστίν⸃.
25ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸀ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον ⸀χωρήσειν τὰ γραφόμενα ⸀βιβλία.
Commentaires sur Jean 21
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires