SBL NT. Grec (NT)
Hébreux 8:1-4
1Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς,
2τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, ⸀οὐκ ἄνθρωπος.
3πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.
4εἰ μὲν ⸀οὖν ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεύς, ⸀ὄντων τῶν προσφερόντων κατὰ ⸀νόμον τὰ δῶρα·
Commentaires sur Hébreux 8
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires