SBL NT. Grec (NT)
Galates 3:2-5
2τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
3οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
4τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ.
5ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;
Commentaires sur Galates 3
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires