SBL NT. Grec (NT)
Galates 3:1-4
1Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ⸀ἐβάσκανεν, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς ⸀προεγράφη ἐσταυρωμένος;
2τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
3οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
4τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ.
Commentaires sur Galates 3
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires