SBL NT. Grec (NT)
Éphésiens 4:2-7
2μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
3σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης·
4ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
5εἷς κύριος, μία πίστις, ἓν βάπτισμα·
6εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν ⸀πᾶσιν.
7Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ⸀ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
Commentaires sur Éphésiens 4
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires