SBL NT. Grec (NT)
Actes 24:10-13
10Ἀπεκρίθη ⸀τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος ⸀εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
11δυναμένου σου ⸀ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι ⸀δώδεκα ἀφ’ ἧς ἀνέβην προσκυνήσων ⸀εἰς Ἰερουσαλήμ,
12καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ⸀ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν,
13⸀οὐδὲ ⸀παραστῆσαι δύνανταί ⸀σοι περὶ ὧν ⸀νυνὶ κατηγοροῦσίν μου.
Commentaires sur Actes 24
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires