Actes 22
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

Actes 22:25-30

25ὡς δὲ ⸀προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;

26ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν ⸂τῷ χιλιάρχῳ ἀπήγγειλεν⸃ λέγων· ⸀Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.

27προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, ⸀σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη· Ναί.

28ἀπεκρίθη ⸀δὲ ὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι.

29εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ⸂αὐτὸν ἦν⸃ δεδεκώς.

30Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ⸀ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν ⸀αὐτόν, καὶ ἐκέλευσεν ⸀συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ ⸀πᾶν τὸ ⸀συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

Lire Actes 22 en entier

Commentaires sur Actes 22

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature