SBL NT. Grec (NT)
Actes 16:14-16
14καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦ Παύλου.
15ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε· καὶ παρεβιάσατο ἡμᾶς.
16Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα ⸀ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη·
Commentaires sur Actes 16
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires