SBL NT. Grec (NT)
1 Corinthiens 8:9-13
9βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ⸀ἀσθενέσιν.
10ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
11⸂ἀπόλλυται γὰρ⸃ ὁ ἀσθενῶν ⸀ἐν τῇ σῇ γνώσει, ⸂ὁ ἀδελφὸς⸃ δι’ ὃν Χριστὸς ἀπέθανεν.
12οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.
13διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
Commentaires sur 1 Corinthiens 8
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires