1 Corinthiens 13
SBLGNT
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

SBL NT. Grec (NT)

1 Corinthiens 13:8-12

8Ἡ ἀγάπη οὐδέποτε ⸀πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.

9ἐκ μέρους ⸀γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·

10ὅταν δὲ ἔλθῃ τὸ τέλειον, ⸀τὸ ἐκ μέρους καταργηθήσεται.

11ὅτε ἤμην νήπιος, ⸂ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος⸃· ⸀ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.

12βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.

Lire 1 Corinthiens 13 en entier

Commentaires sur 1 Corinthiens 13

SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature