Septante (AT)
Zacharie 12:9-14
9καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ.
10καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρός με ἀνθ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ αὐτὸν κοπετὸν ὡς ἐπ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ.
11ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου,
12καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς, φυλὴ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, φυλὴ οἴκου Δαυιδ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, φυλὴ οἴκου Ναθαν καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς,
13φυλὴ οἴκου Λευι καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, φυλὴ τοῦ Συμεων καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς,
14πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς.
Commentaires sur Zacharie 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires