Septante (AT)
Psaumes 9:6-11
6ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής, τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
7τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες, ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ ἤχους.
8καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ,
9καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
10καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει·
11καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, κύριε.
Commentaires sur Psaumes 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires