Septante (AT)

Psaumes 88:22

22ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν·

Contexte de Psaumes 88:22

20τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου· 21εὗρον Δαυιδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν· 23οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν· 24καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.

Lire Psaumes 88 en entier

Commentaires sur Psaumes 88

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org