Septante (AT)
Psaumes 53:1-6
1Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ
2ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ ἡμῖν ;
3Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
4ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
5ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα.
6ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
Commentaires sur Psaumes 53
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires