Septante (AT)
Psaumes 44:5-7
5καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.
6τὰ βέλη σου ἠκονημένα, δυνατέ, – λαοὶ ὑποκάτω σου πεσοῦνται – ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.
7ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
Commentaires sur Psaumes 44
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires